Ξενοφῶντος Ἑλληνικά
ΔΙΑΓΩΝΙΣΜΑ , ΕΠΙΛΕΓΜΕΝΕΣ ΕΡΩΤΗΣΕΙΣ ΤΡΑΠΕΖΑΣ ΘΕΜΑΤΩΝ Ξενοφῶντος Ἑλληνικά, 2, 1, 16-19 Α. ΚΕΙΜΕΝΟ: Οἱ δ΄ Ἀθηναῖοι ἐκ τῆς Σάμου ὁρμώμενοι τὴν βασιλέως κακῶς ἐποίουν͵ καὶ ἐπὶ τὴν Χίον καὶ τὴν ῎Εφεσον ἐπέπλεον͵ καὶ παρεσκευάζοντο πρὸς ναυμαχίαν͵ καὶ στρατηγοὺς πρὸς τοῖς ὑπάρχουσι προσείλοντο Μένανδρον͵ Τυδέα͵ Κηφισόδοτον. Λύσανδρος δ΄ ἐκ τῆς Ῥόδου παρὰ τὴν Ἰωνίαν ἐκπλεῖ πρὸς τὸν Ἑλλήσποντον πρός τε τῶν πλοίων τὸν ἔκπλουν καὶ ἐπὶ τὰς ἀφεστηκυίας αὐτῶν πόλεις. Ἀνήγοντο δὲ καὶ οἱ Ἀθηναῖοι ἐκ τῆς Χίου πελάγιοι· ἡ γὰρ Ἀσία πολεμία αὐτοῖς ἦν. Λύσανδρος δ΄ ἐξ Ἀβύδου παρέπλει εἰς Λάμψακον σύμμαχον οὖσαν Ἀθηναίων· καὶ οἱ Ἀβυδηνοὶ καὶ οἱ ἄλλοι παρῆσαν πεζῇ· ἡγεῖτο δὲ Θώραξ Λακεδαιμόνιος. Προσβαλόντες δὲ τῇ πόλει αἱροῦσι κατὰ κράτος͵ καὶ διήρπασαν οἱ στρατιῶται οὖσαν πλουσίαν καὶ οἴνου καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλήρη· τὰ δὲ ἐλεύθερα σώματα πάντα ἀφῆκε Λύσανδρος. Β. ΕΡΩΤΗΣΕΙΣ 1. αναγωγή, διασκευή, παρουσία, βλήμα, αρπακτικός: Να συνδέσετε τις πα...